Ancient Greek
CPR 23 17
Documentary Papyri, Cpr 23 17
Not analysed yet
Ἰουλίῳ Ἀμμωνίῳ τῷ καὶ Εὐαγγέλῳ στρατηγῷ Ἡρακλεοπολίτου παρʼ Αἰλίου Ἡρακλείου Ἱπποδρόμου ἀφʼ Ἡρακλέους πόλεως. κεκτημένου μου πατρόθεν περὶ κώμην Νινὼ ἐκ τοῦ Θεοδώρου κλήρου ἰδιωτικῆς γῆς ἄρουραν α ἥμισυ οἱ γενόμενοι πραγματικοὶ κατʼ ἄγνοιαν διὰ τοῦ ἐπιδοθέντος ὑπʼ αὐτῶν κατʼ ἄνδρα καταπατήσεως ἐδήλωσαν μετʼ ἄλλας ἀρούρας β η λβ ὡς πλείω ἐν ἐμοὶ δεδηλῶσθαι ἀρούρης ἥμισυ η λβ, ἧσπερ ἀγνοίας ἐπιγνωσθείσης διὰ τοῦ ὕστερον ἐπιδοθέντος ὑπ…ισμοῦ τὴν δέουσαν …ἐποιήσαντο ἀκολούθως τοῖς κελευσθεῖσι ὑπὸ τῶν τὸ ἀπότακτον συστησαμένων, ἀλλὰ καὶ Οὐαλερίου Φίρμου τοῦ διασημότατα ἡγεμονεύσαντος …