Ancient Greek
CPR 30 20
Documentary Papyri, Cpr 30 20
Not analysed yet
καθὼς καὶ ἄλλοτε παρεκάλεσα τοὺς θεοφυλάκτους ὑμᾶς διὰ τῶν οἰκτρῶν μου γραμμάτων χάριν τοῦ γραμματηφόρου ἀναγνώστου καὶ τὸ ἔλεος ὑμῶν κατέλαβεν αὐτὸν· καὶ πρὸ ἡμερῶν ἐκρατήθη ὁ ἀδελφὸς αὐτοῦ καὶ τὸ γαιδάριν καὶ ἐπέμφθησαν ἐν Βαβυλῶνι καὶ οὐκ ἠθέλησα ὀχλῆσαι ὑμῖν καὶ χθὲς πάλιν ἐκρατήθη ὁ ἄλλος ἀδελφὸς αὐτοῦ καὶ νομίζω δέσποτα ὡς διδάσκετε οὐκ ὤφειλον πέμψαι τοὺς δύο ὁμοῦ καὶ ἐᾶσαι τὰ ἄλογα αὐτοῦ. παρακαλῶ οὖν τοὺς θεοφυλάκτους ὑμᾶς κελεῦσαι τοῦτον ἀπολυθῆναι ἕως ὅτε ἔλθῃ ὁ ἄλλος· ἕτοιμός ἐστιν κατελθεῖν καὶ ποιῆσαι τὴν ἀλλαγὴν αὐτοῦ. τοὺς πόδας τῶν θεοφυλάκτων ὑμῶν κατασπάζομαι ἄχρι θέας …τὰ πάντα τιμῆς ἀξίῳ …σε… νοταρίῳ καὶ χαρτουλαρίῳ Γεώργιος