Ancient Greek
CPR 30 3
Documentary Papyri, Cpr 30 3
Not analysed yet
ὄντως κατὰ νοῦν εἶχον παρακαλέσαι …ὑμᾶς διὰ τὰ πλινθάρια τοῦ κυροῦ …Ἐπιφανίου καὶ εἵλκυσαν καὶ παρακαλῶ οὖν ὑμᾶς …διὰ τὸν κύριον …τὸ ὄνομα ὑμῶν δυσφημ… διὰ οὐδὲν ὡς δὲ λέγει καὶ πλινθάρια …ἔδωκαν καὶ οὔτε ἐτάγησαν παρ’ …ὑμῶν οὔτε ἔλαβαν τί ποτε ὑπὲρ αὐτῶν. λοιπὸν βλέπετε τὸ πρᾶγμα ὑμῶν καὶ μὴ ἐάσητε πολίτην λογιζόμενον καθ’ ὑμῶν ἀλλὰ πάντας ὡς πρέπει φιλοῦντας καὶ προσκυνοῦντας ὑμᾶς. ὡς παρὼν γνησίως ἀσπάζομαι ὑμᾶς τῷ θεοφυλάκτῳ μου δεσπότῃ καὶ ἀδελφῷ Σενούθῃ κόμετι καὶ χαρτουλαρίῳ Θεοφύλακτος