Ancient Greek
CPR 30 5
Documentary Papyri, Cpr 30 5
Not analysed yet
ἔγραψά σοι κινῆτε ἀπὸ ὥρας ἐνάτης χθὲς ἵνα εὑρεθῇς εἰς Σιγκερὴ μεσονυκτίῳ καὶ περάσας τὰ ἐκεῖ σήμερον περὶ ἀναβολὴν ἡλίου οὐκ ηὗρόν σε. ἐδήλωσά σοι πάλιν ἵνα ἔλθῃς ἐγγύς μου εἰς Ἑρμούπολιν καὶ ἕως ὥρας ἕκτης οὐκ ἦλθες. κατάλαβε οὖν ἵνα λαλήσω σοι. ἀλλὰ παρασκεύασον φορτωθῆναι τὰ πεμφθέντα σοι πλοῖα ἐκ τοῦ ἰλλουστρίου σίτου καὶ μὴ πέμψῃς ὀπτόπλινθα ἕως ὅτε λαλήσω σοι μήτε μὴν ἀπολύσῃς τὰ δοκία ἀπελύθη ὥρᾳ ϛ τῷ τὰ πάντα τιμῆς ἀξίῳ Σενουθίῳ νοταρίῳ καὶ ἀνυστῇ Ταυρῖνος