Ancient Greek
CPR 35 28
Documentary Papyri, Cpr 35 28
Not analysed yet
τῇ κρατίστῃ βουλῇ Ἑρμουπόλεως τῆς μεγάλης ἀρχαίας καὶ λαμπρᾶς καὶ σεμνοτάτης διʼ Αὐρηλίου Κορελλίου Ἀλεξάνδρου ἱππικοῦ ἀπὸ στρατιῶν καὶ ὡς χρηματίζει ἐνάρχου πρυτάνεως παρὰ Αὐρηλίου Πασίωνος Μώρου Ἑρμοπολίτου. βούλομαι ὠνήσασθαι ἀπὸ πολιτικοῦ λόγου τύμπανα τρία ἀποβλήσιμα …τὰ καὶ ἀποκείμενα ἐν τῷ γυμνασίῳ τιμῆς ἀργυρίου δραχμῶν τετρακοσίων ἅσπερ κυρωθεὶς διαγράψω καὶ παραδώσω τῇ βουλῇ καὶ τῷ πολιτικῷ λόγῳ· ἐὰν δὲ μὴ κυρωθῶ οὐκ ἐνσχεθήσομαι τῇδε τῇ αἱρέσει. διευτυχεῖτε. ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου Περσικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Χοιὰκ …Πασίων Μώρου ἐπέδωκα ὡς πρόκειται …ς ἔγραψα ὑπὲρ αὐτοῦ φάσκοντος μὴ εἰδέναι γράμματα