Ancient Greek
CPR 35 42
Documentary Papyri, Cpr 35 42
Not analysed yet
τῇ κρατίστῃ βουλῇ Ἑρμουπόλεως τῆς μεγάλης ἀρχαίας καὶ λαμπρᾶς καὶ σεμνοτάτης διὰ Κορελλίου Ἀλεξάνδρου ἐνάρχου πρυτάνεως παρὰ Αὐρηλίου Ἑρμαίου τοῦ καὶ Δημητρίου ἐπίκλην Σατρίωνος βουλευτοῦ τῆς αὐτῆς πόλεως αἱρεθέντος ὑπὸ τῆς κρατίστης βουλῆς συνωνὴν καὶ προσκομιδὴν ποιήσεσθαι πλακῶν πορφυριτικῶν καὶ ἄλλων· αἰτοῦμαι ἐπισταλῆναι ἀπὸ πολιτικοῦ λόγου εἰς λόγον τιμῆς πλακῶν καὶ τοῦ ναύλου αὐτῶν καινοῦ νομίσματος ἀργυρίου τάλαντα πέντε γίνεται ἀργυρίου τάλαντα ε ὧν τὸν λόγον καταχωριῶ εἰς τὸ πολιτικὸν λογιστήριον καὶ οἷς προσήκει· ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου Περσικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ …Αὐρήλιος Ἑρμαῖος ὁ καὶ Δημήτριος ἐπίκλην Σατρίων βουλευτὴς αἰτοῦμαι τὰ τοῦ ἀργυρίου καινοῦ νομίσματος τάλαντα ε ὡς πρόκειται