Ancient Greek
CPR 35 52
Documentary Papyri, Cpr 35 52
Not analysed yet
……τῶν ἀπὸ μηνὸς Παχὼν ιβ ἔτους ἕως Ἐπεὶφ καὶ αὐτοῦ ιδ ἔτους μηνῶν εἴκοσι ἑπτὰ ὡς τοῦ μηνὸς δραχμῶν ἑκατὸν ὀγδοήκοντα ἓξ δραχμὰς πεντακισχιλίας εἴκοσι δύο, τὰ ἐπὶ τὸ αὐτὸ τῆς ὅλης αἰτήσεως ἀργυρίου τάλαντον ἓν καὶ δραχμὰς πεντακισχιλίας πεντακοσίας δύο, γίνεται ἀργυρίου τάλαντον α δραχμαὶ Εφβ λόγου φυλασσομένου τῇ πόλει καὶ τῇ βουλῇ περὶ οὗ ἔχουσι παντὸς δικαίου. ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου Περσικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Μεσορὴ δεκάτῃ. Τιβέριος Κλαύδιος Διόδωρος ὁ καὶ Πρωτῖνος ὀλυμπιονίκης Πισαῖος καὶ ὡς χρηματίζω αἰτοῦμαι ὡς πρόκειται.