Ancient Greek
CPR 35 64
Documentary Papyri, Cpr 35 64
Not analysed yet
…ἐπενέχθη ὑπὸ Ὡρίωνος σαλπιγκτοῦ ……νίων ὁ καὶ Ἀντίμαχος ἐξηγητὴς ……τῆς λαμπροτάτης πόλεως τῶν Ἀλεξανδρέων ……βουλευτὴς ἀρχελληνοδίκης τῆς πρώτης Ὀλυμπιάδος περὶ τοῦ πρῶτον ἀχθέντος ἱεροῦ εἰσελαστικοῦ οἰκουμενικοῦ μουσικοῦ γυμνικοῦ Ὀλυμπικοῦ ἀγῶνος ……Ἑρμουπόλει τῇ μεγάλῃ ἀρχαίᾳ καὶ σεμνοτάτῃ καὶ λαμπροτάτῃ καὶ τοῖς αὐτῆς ἄρχουσι βουλῇ δήμῳ χαίρειν· ἐπεὶ Μᾶρκος Αὐρήλιος Ὡρίων ἐνδόξως καὶ ἐναρέτως …νικήσας τὸ τῶν σαλπιγκτῶν ἀγώνισμα καὶ ἀφʼ ἑσπέρας διηνεκὲς εἰς τέλος τῆς πρώτης καὶ τῆς δευτέρας νυκτὸς διαρκέσας κατὰ τὸν τῶν ἀγωνιστῶν νόμον καὶ ἀναδησάμενος τὸν στέφανον τῆς πρώτης Ὀλυμπιάδος τοῦ ἀγῶνος τοῦ δωρηθέντος ἡμῖν ὑπὸ τῆς θείας μεγαλοδωρίας τοῦ κυρίου ἡμῶν Γαλλιηνοῦ Σεβαστοῦ ἀνεκήρυξεν τὸν κύριον ἡμῶν Γαλλιηνὸν Σεβαστὸν καὶ Κορνηλίαν Σαλωνῖναν Σεβαστήν, ἀκολούθως τοῖς διηγορευμένοις πάντα τὰ ἐπὶ τῇ Ὀλυμπικῇ νίκῃ ὀφειλόμενα ἀποπληρῶσαι ἐπιστέλλομεν ὑμῖν ἐρρῶσθαι ὑμᾶς εὔχομαι φίλτατοι ἀδελφοί …ἔτους ιε Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικκινίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου Περσικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Παῦνι ε