Ancient Greek
CPR 36 14
Documentary Papyri, Cpr 36 14
Not analysed yet
πάντα τρόπον ποιήσῃ ἡ λαμπρότης σου καὶ ἀποσπάσῃ τὰ αἰγίδια τοῦ ἀδελφοῦ μου τοῦ εὐκλεεστάτου δουκὸς ἐκ τοῦ Σαρακηνοῦ τοῦ ὄντος εἰς Σιγκερὴ τοῦ λεγομένου ἀπὸ Πελοολε καὶ ἀποκαταστήσῃ αὐτὰ καὶ παραδώσῃ ἐν τῷ κάτω Νείλου, ἀλλὰ τὸ ἴσον αὐτῶν κἄν ἀπὸ τῆς Βωου κἄν ἀπὸ ἄλλου τόπου παρασχῇ αὐτῷ. ὡς γὰρ εἶπάν μοι ὤφειλαν …τ… δοῦναι αὐτά. ἀλλὰ πάντως εὐθέως τοῦτο πράξῃ τῷ τὰ πάντα λαμπροτάτῳ τιμῆς ἀξίῳ Σενουθίῳ νοταρίῳ Ἀθανάσιος σὺν θεῷ ἰλλούστριος