Ancient Greek
CPR 36 31
Documentary Papyri, Cpr 36 31
Not analysed yet
τοὺς φυγότας Ὀξυρυγχίτας οὓς εὗρες εἰς Ἰβιῶνος καὶ ἐκράτησας κράτησον αὐτοὺς εὐθέως καὶ πέμψον μοι. εἰ δὲ μὴ δὲ πέμψον μοι τοὺς παῖδας οὓς ἔπεμψά σοι ὑπὲρ τῶν ἀποσπασθέντων παρʼ αὐτῶν Ὀξυρυγχιτῶν. ἀλλὰ πάντας κἂν τοὺς Ὀξυρυγχίτας κἂν τοὺς ἄλλους πέμψον μοι εὐθέως τινὰς ἐξ αὐτῶν ἀποδοθήτω Σενουθίῳ νοταρίῳ παρὰ Ἀθανασίου ἰλλουστρίου