Ancient Greek
CPR 36 40
Documentary Papyri, Cpr 36 40
Not analysed yet
καὶ ἄλλοτε παρεκάλεσα τὴν ὑμετέραν ἀδελφικὴν δεσποτείαν χάριν τοῦ ὑμετέρου γεωργοῦ ἀπὸ Σιγκερὴ καὶ παρηγγείλατε τοῖς ἀπὸ Σιγκερὴ ὅτι μηδείς παρέλθῃ διʼ αὐτοῦ. ἔως ἄρτι οὐ παρῆλθον διʼ αὐτοῦ. σήμερον οὖν ἥτις ἐστὶν πέμπτη τῆς ἑβδομάδος ἐλθόντες εἰς τὸ μέρος αὐτοῦ θέλουσιν ἀπαιτῆσαι αὐτὸν ἐρίδια λόγῳ τῶν γοναχίων. παρακαλῶ οὖν ὑμᾶς διοίκησιν τὴν πρέπουσαν ὑμῖν κελεῦσαι μὴ ἐλθεῖν εἰς αὐτὸν καὶ παραγγεῖλαι αὐτοῖς ἵνα μὴ τοῦ λοιποῦ διαστρέψωσιν αὐτόν. οὐδὲν ἁπλῶς μένει εἰς τὴν κώμην αὐτῶν. λοιπὸν οὐκ ἔστι δίκαιον τὸν γνησίως προσκυνοῦντα ὑμᾶς δυστυχεῖν ποιῆσαι πρὸς αὐτοὺς ἵνα μηδείς παρέλθῃ διʼ αὐτοῦ εἰς οἱονδήποτε πρᾶγμα …ιω τῷ θεοφυλάκτῳ μου δεσπότῃ καὶ ἀδελφῷ Σενουθίῳ λαμπροτάτῳ χαρτουλαρίῳ καὶ ἀνυστῇ Ἰωαννάκις