Ancient Greek
CPR 36 45
Documentary Papyri, Cpr 36 45
Not analysed yet
ὁ παρὼν γραμματηφόρος ἦλθεν λέγων ὡς συναλλαγὴν ἔχει μετά τινων ἀπὸ τῆς κώμης Σιρ… καὶ τοῦ ἐποικίου Πταλ. διαλάβῃ οὖν τὸ πρᾶγμα ἡ περίβλεπτός σου φιλία καὶ διοικήσῃ μετὰ τοῦ δικαίου. εἰ δὲ τίποτέ ἐστι πέμψῃ μοι αὐτοὺς ἐνταῦθα καὶ διοικήσω τὸ πρᾶγμα αὐτῶν. τῷ τὰ πάντα περιβλέπτῳ τιμῆς ἀξίῳ Σενουθίῳ διοικητῇ Ἰωάννης