Ancient Greek
CPR 36 55
Documentary Papyri, Cpr 36 55
Not analysed yet
τὴν δὲ σεσολοικισμένην ἐπιστολὴν αὐτῆς ἐδεξάμην καὶ ἐφύλαξα ἵνα πάλιν μὴ ἀρνήσηται τῇ συνηθείᾳ αὐτῆς καὶ ὡς εἰσὶν τὰ ξύλα τὰ πρισθέντα μετὰ καὶ ἄλλων δύο μεγάλων κομμάτων ἀπὸ ἑνὸς πήχεως τὸ μῆκος ἐκ τῶν κλάδων τῶν κειμένων εἰς τὸ στάβλον πέμψῃ μοι εὐθέως εἰς τὴν Σινελα, τὰ δὲ σιτεύσιμα κ καὶ τὰς στακτεραίας ι πέμψῃ πρὸς τὸν υἱόν μου τὸν κῦριν Ἰωάννην τῷ τὰ πάντα θεοφιλεστάτῳ τιμῆς ἀξίῳ Φοιβάμμωνι διακόνῳ καὶ χαρτουλαρίῳ Ὑπάτιος