Ancient Greek
CPR 5 3
Documentary Papyri, Cpr 5 3
Not analysed yet
Αὐρήλιος Ἀπίων ὁ καὶ Ἀμμώνιος στρατηγὸς Λυκοπολίτου Αὐρηλίῳ Ἀπολλωνίῳ βασιλικῷ γραμματεῖ τοῦ αὐτοῦ νομοῦ τῷ φιλτάτῳ χαίρειν. πρὸς μὲν τὰ ἄλλα σου ἐπιστάλματα, ἄδελφε, ἃ ἔπεμψας διὰ τοῦ βοηθοῦ σου τὰ δέοντα καὶ προσήκοντα ἀποκριθήσεται, φρόντισον δὲ κἂν νῦν, ὡς προστέτακται καὶ κεκέλευσται ὑπὸ τοῦ λαμπροτάτου ἡγεμόνος Μηουίου Ὁνωρατιανοῦ, τὴν ἐκ τῶν ἐκπροθέσμως μεταδοθέντων μοι προσγράφων παραγραφὴν ποιήσασθαι ἐπὶ τῷ κατʼ ἄνδρα, εἰδὼς ὅτι πρὸς τῇ γενομένῃ βραδυτῆτι καὶ ἐποχῇ τῆς εἰσπράξεως κἂν σήμερον τούτου ὀφείλεις πρόνοιαν ποιήσασθαι ὥστε πείθεσθαί σε τοῖς κελευσθεῖσιν ὑπὸ τοῦ λαμπροτάτου ἡγεμόνος …