Ancient Greek
CPR 5 9
Documentary Papyri, Cpr 5 9
Not analysed yet
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίου Αὐγούστου τὸ β καὶ Κώνσταντος Αὐγούστου τὸ α. Αὐρηλίῳ Εὐλογίῳ τῷ καὶ Εὐφρονίῳ προπολιτευομένῳ ἐκδίκῳ Ἑρμοπολίτου, παρὰ Αὐρηλίου Λεοντίου Λεοντίου ζωγράφου ἀπὸ τῆς αὐτῆς πόλεως. κατήντησεν εἰς τὴν μητέρα μου Εὐδαιμονίδα οἰκόπεδα καὶ γῄδια ἀπὸ κληρονομίας τοῦ μητραδέλφου αὐτῆς Πινουτίωνος ἀτέκνου καὶ ἀδιαθέτου τετελευτηκότος ἐπʼ αὐτῇ μόνῃ κατὰ τοὺς νόμους κληρονόμῳ, Ἀμμώνιος δέ τις Κάστορος Ἄπιτος οὐ Σ…νος ἀπὸ κώμης Πεντάλεως γεωργὸς τυγχάνων τῶν ἀρουρῶν οὐδὲ φόρους παρέσχεν μοι οὐδʼ αὖ ἐξεχώρησεν τῆς οἰκήσεως τῶν οἰκοπέδων τί θηρώμενος οὐκ ἐπίσταμαι ὡς κατὰ γυναικὸς πόρρωθεν …η…σοιο…αχ…αυτω …κωμητικὴν αὐτοῦ αὐθαδίαν. διὸ ἐπιδίδωμι τὰ βιβλία ἀξιῶν ἀχθῆναι ἐπὶ σὲ τὸν κύριόν μου ἔκδικον τὸν ἐγγεγραμμένον Ἀμμώνιον …ον δυοῖν τὸ ἕτερον ποιεῖν ημι …αυτον ἀλόγως ὑπαρχοντα… …υς καὶ τὰ ἐνοίκια ἀφʼ οὗ χρόνου ἐτελεύτησεν …ερος Πινουτίων εἰς δεῦρο καὶ ……τοῖς οἰκοπέδοις καὶ τὰ γεωρ…νιας τῆς καταλημφθίσης …διευτύχει. ὑπατείας τῆς προκιμένης …Λεόντιος ὁ προκείμενος …