Ancient Greek
14.r.1 to 14.r.12
Documentary Papyri, Cpr 7 14.r.1-12
Not analysed yet
βιβλιοφύλαξιν ἐγκτήσεων Ἑρμοπολίτου παρὰ Αὐρηλίας Ἐοῦτος Πεκύσιος μητρὸς Τικάμιος Ἑρμοπολίτιδος μετὰ συνεστῶτος Σόιτος Ἀμανῆτος μητρὸς Κολλεύθιος ἀπὸ τῆς αὐτῆς πόλεως· ἀπογράφομαι εἰς τὸ ἐνεστὸς κα ἔτος καὶ ιγ ἔτος τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων ἃς ἐώνημαι κατὰ τρισσὴν ἔνγραφον ασφάλειαν γεγονυῖαν τῷ διεληλυθότι κ ἔτει καὶ ιβ ἔτει …παρὰ …καρι…λ…μ…ανιανου γυμνασιάρχου ἐπὶ τῶν στεμμάτων τῆς λαμπροτάτης Ἑρμοῦ πόλεως …ἐν τῷ Κουσσίτῃ κάτω περὶ …ρια…τω…ους κλήρου ἀπὸ κοινῶν καὶ ἀδιαιρέτων ἀρουρῶν …ἐν αἷς λάκκος ἐξ ὀπτῆς πλίνθου κατοικικὰς ἀρούρας τεσσάρας τέταρτον ἑκκαιδέκατον δυοκαιτριακοστὸν τιμῆς ἀργυρίου Σεβαστῶν νομίσματος ταλάντων δώδεκα καὶ δραχμῶν πεντακισχιλιῶν ἀκολούθως τῇ τρισσῇ ἀσφαλείᾳ ῆς περιέχει, ἀφʼ ἧς μοναχὴν ἐνδημοσίωσα διʼ Αὐρηλίου Ἀχιλλέως γενομένου ὑπομνηματογράφου μισθωτοῦ ταβελλιόνων Ἑρμοπολίτου τῷ ἐνεστῶτι ἔτει Παχὼν γ, ἣν καὶ ἐπεσταλμένην ὑμῖν ἀπʼ αὐτοῦ ἐντεῦθεν ἀνέδωκα ὑμῖν …λλα… πρὸς τὸ τὴν δέουσαν παράθεσιν παρʼ ὑμῖν γενέσθαι καὶ ὀμνύω τὴν τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων τύχην οὕτως ἔχειν· ἔστι δέ· ἐπὶ ὑπάτων τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων τὸ ε· Αὐρήλιος Ἀχιλλεὺς γενόμενος ὑπομνηματογράφος μισθωτὴς ταβελλιόνων Ἑρμοπολίτου βιβλιοφύλαξιν ἐγκτήσεων τοῦ αὐτοῦ νομοῦ φιλτάτοις χαίρειν· τῆς τετελειωμένης προσφωνήσεως ἀντίγραφον ὑπόκιται· ἐρρῶσθαι ὑμᾶς εὔχομαι. κα ἔτους καὶ ιγ ἔτους τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων …Αὐρηλίῳ Ἀχιλλεῖ γενομένῳ ὑπομνηματογράφῳ μισθωτῇ ταβελλιόνων Ἑρμοπολείτου παρὰ Αὐρηλίας Ἐοῦτος Πεκύσις· τῆς τετελειωμένης δημοσιώσεως ἀντίγραφον ὑπόκειται. ἐπὶ ὑπάτων τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ τὸ θ καὶ Μαξιμιανοῦ τὸ η Σεβαστῶν· …ανιανου γυμνασίαρχος ἐπὶ τῶν στεμμάτων ἀπʼ Ἑρμοῦ πόλεως τῆς λαμπροτάτης Αὐρηλίᾳ Ἐοῦτι Πέκυσιος μητρὸς Τικάμιος ἀπὸ τῆς αὐτῆς πόλεως …νομου χωρὶς κυρίου χρηματίζούσῃ τέκνων δικαίῳ κατὰ τὰ Ῥωμαίων ἔθη μετὰ συνεστῶτος …Ἀπολλωνίου χαίρειν· ὁμολογῶ πεπρακέναι σοι κατὰ τήνδε τὴν τρισσὴν ἔνγραφον ἀσφάλειαν ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον …ου…δ…ας τοῦ πρὸς πατρὸς ἐν Κουσσίτῃ κάτω …κλήρου ἀπὸ κοινῶν καὶ ἀδιαιρέτων ἀρουρῶν …ἐν αἷς λάκκος ἐξ ὀπτῆς πλίνθου ἀρούρας τεσσάρας τέταρτον ἐκκαιδέκατον δυοκαιτριακοστόν ,ἃς παραδώσω σοι κατʼ ἀγρὸν σπορίμας, πλήρεις τῷ τῆς κατοικίας δικαίῳ σχοινίῳ, καθαρὰς ἀπὸ βασιλικῆς καὶ ἅπαντος ἁπλῶς εἴδους, ὧν γείτονες νότου …ρο…ης, ἀπηλιώτου κλῆρος Αὐ…αν… κλ… ἢ οἳ ἂν ὧδʼ ὦσι γείτονες πάντοθεν,