Ancient Greek
CPR 7 15
Documentary Papyri, Cpr 7 15
Not analysed yet
……ς ἀπὸ Ἑρμουπόλεως τῆς λαμπροτάτης χαίρειν. πάσῃ εὐμενίᾳ, δέσποτα ἡγεμών, τὸ μεγαλεῖόν σου εὐεργετεῖ τοὺς ἀδικουμένους μάλιστα δὲ γυναῖκας διὰ τὸ τῆς φύσεως ἀσθενές. τὸ δὲ κατʼ ἐμὲ πρᾶγμα τοῦτον ἔχει τὸν τρόπον· πρὸ ἱκανοῦ χρόνου …ὑπὸ τῶν σιτολόγων τῆς κώμης Μαγδόλου τοῦ αὐτοῦ νομοῦ …μαι ἕνεκεν δημοσίων τελεσμάτων τῆς ἐμῆς ὑποστάσεως περὶ τὴν αὐτὴν καὶ πρὸ τούτου …ἐπίσταλμά τινι αὐτῶν Ὑμισεῖ τὸ ὄνομα ἐξεδόμην πρός τινα …εὐγνωμονεῖν με. ἅπερ αὐτοῖς …ἐπιστάλματα οὐ …δ…ον…ς… αὐτοὶ ἀλλὰ πρὸς τὸ μεγαλεῖον τὸ σοῦ …χρον… καταφρονοῦντες τῆς ἀσθενοῦς μου γυναικείας φύσεως ἐπέρχονταί μοι βουλόμενοι ἐκπράξασθαι ἅπερ εἰλήφασιν διʼ οὗ ἐξεδόμην τῷ κοινωνῷ τούτων Ὑμισεῖ τινὶ τὸ ὄνομα ἐπιστάλματος εὐσεβῆ τελέσματα. ὅθεν μὴ φεροῦσα γυνὴ …τὴν τούτων παράνομον ἀπαίτησιν καταφεύγω πρὸς τοὺς σοὺς τοῦ ἐμοῦ κυρίου πόδας δεομένη καὶ ἀξιοῦσα προστάξαι σε διʼ οὗ ἐὰν τὸ μεγαλεῖόν σου δοκιμάσῃ τούτους παύειν τῆς βίας πρὸς τὸ μηδὲν πλεῖόν με παθεῖν ἀλλʼ εὐεργετημένη διὰ παντὸς τῇ τύχῃ σου εὐχαριστῆσαι.