Ancient Greek
CPR 7 18
Documentary Papyri, Cpr 7 18
Not analysed yet
Αὐρήλιοι Ἀκάμμων Πασοῦτος καὶ Σόις Παμούνιος καὶ Σαραπάμμων Πεκύσιος καὶ Παῆσεις Πάμμωνος καὶ Τιμόθεος Σιλβανοῦ οἱ πάντες δημόσιοι κώμης Μαγδώλων Μειρὴ Αὐρηλίῳ Νεαρχίδῃ Νεαρχίδου ἄρξαντι βουλευτῇ Ἑρμοῦ πόλεως τῆς λαμπροτάτης χαίρειν· ὁμολογοῦμεν παρειληφέναι καὶ πεπληρῶσθαι παρὰ σοῦ τὸν φόρον ὑπὲρ διανομῆς Μαγδώλων Βουκόλων σίτου ἀρταβῶν ὀκτώ γίνονται ἀρτάβαι η· ἡ ἀποχὴ κυρία καὶ ἐπερωτηθέντες ὁμολογοῦμεν· Φαῶφι κε η ἰνδικτίονος· οἱ προκείμενοι πεπληρώμεθα παρὰ Νεαρχίδου τὸν προκείμενον φόρον ὡς πρόκειται· Αὐρήλιος Σαραπάμμων κωμογραμματεὺς ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων.