Ancient Greek
CPR 7 29
Documentary Papyri, Cpr 7 29
Not analysed yet
δέδωκεν ὀνόματος Ἀμίνου Κύρου διὰ τοῦ ἀδελφοῦ Μάρκου ὑπὲρ γ μέρους ὑπὲρ τῆς μητρὸς εἰς λόγον δημοσίων ἀννωνῶν καὶ κανονικῶν δωδεκάτης ἰνδικτίονος χρυσοῦ κεράτια τρία γίνεται χρυσοῦ κεράτια γ ῥυπαρά. ἐδόθη κερατίου 𐅵διὰ Σολομῶνος ἀπὸ Ταναμήου. Μαγίστωρ βοηθὸς λογιστηρίου. Σαραπίων ἀπαιτητὴς συμφωνῶ. δέδωκεν ὀνόματος Φοιβάμμωνος Ταυρίνου ἀπὸ Ἄρεως διὰ τοῦ ἀδελφοῦ Μάρκου ὑπὲρ γ μέρους ὑπὲρ τῆς μητρὸς εἰς λόγον δημοσίων ἀννωνῶν καὶ κανονικῶν δωδεκάτης ἰνδικτίονος χρυσοῦ κεράτιον ἓν ἥμισυ γίνεται χρυσοῦ κεράτιον α 𐅵ῥυπαρόν. Φλάουιος Μαγίστωρ διαστολεύς. Σαραπίων ἀπαιτητὴς συμφωνῶ.