Ancient Greek
CPR 7 3
Documentary Papyri, Cpr 7 3
Not analysed yet
……ας καὶ ……κεκλῆσθαι τούτους καὶ μὴ γενομένους. περι… ῥήτωρ ὑπὲρ αὐτῶν εἶπεν· λέγει ὁ Καλλίνικος οἰκίαν δεῖσθαι ἐπιδοῦναι αὐτῶι. ἣν καὶ παρασκευάσεις καθʼ ἃ ἔχει μέρη καὶ γραφησομένων ἐπίπλων πάντων σκευῶν καὶ ἐνδομενείας ἐν οἰκίαι ἐβ… …· Σωτήριχος εἶπε μετέρχεσθαι αὐτὸν ἐνοίκησιν τῶν …υ τόπων ἐν τῆι παππῴαι οἰκίαι Καλλινίκου ……ἐκβάλλειν αὐτὸν τῶν τόπων τούτων. τῆς ἀποδείξεως ἀντίγραφα ἀπὸ παντὸς δίκαια ἔχειν καὶ ἐποίσειν ἐνγράφως ἐν πέντε ἡμέραις. ἔπειτα ὑποφανοῦμαι καὶ περὶ τούτων. αἰτοῦμαι οὖν δοθῆναι εἰς ταῦτα ἡμέρας πέντε . Ἡρᾶς Ἀρτεμιδώρου …εἶπεν· ταύτας ὁ κριτὴς ἃς αἰτεῖσθε ἡμέρας πέντε δίδωσι, καὶ ἐν ταύταις ἐὰν μὴ ἐπιφέρητε, ἱκανὴ ἐστίν μοι ἡ τούτων τῶν προειρημένων ἀπόφασις. ἀνέγνων Ἡρᾶς Ἀρτεμιδώρου ὁ προγεγραμμένος κατεχώρισα τοὺς προκειμένους ὑπομνηματισμοὺς δύο γενομένους ὑπʼ ἐμοῦ τῆι τρεισκαιδεκάτηι τοῦ ὄντος μηνὸς Παῦνι τοῦ ἐνεστῶτος τρεισκαιδεκάτου ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ὄντας ἐν σελίδι μιᾶι ὁμολογοῦντας τῆι προούσηι μου ὑπογραφῆι. ἔτους ιγ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Παῦνι ιη.