Ancient Greek
CPR 8 28
Documentary Papyri, Cpr 8 28
Not analysed yet
κυρίῳ μου ἀδελφῷ Νεαρχίδῃ Διοσκουρίδης χαίρειν· ἐξ ὧν ἔγραψεν ὁ πατὴρ Ἱέραξ χάριν ἔχω τῇ διαθέσει σου, ἀδελφὲ κύριε, ὅτι τὸ σφάλμα ἐβουλήθης διορθώσασθαι. δέον γάρ σε ἐν τῇ ἀκμῇ τῆς ἐργασίας τὰ καθʼ ἡμᾶς ἐν πρώτοις ποιῆσαι γενέσθαι καὶ μὴ προκρίνειν ἄλλους ἡμῶν ἀμελήσας. καὶ τοῦτο με σφόδρα ἐλύπησεν, ὅτι δυσχερῶς κατεργάζεται τὰ ὑστερούμενα χώματα. καλῶς δὲ ποιήσεις καὶ πρεπόντως τῇ εὐγενείᾳ σου, ὅταν τὸ πρῶτον σφάλμα διορθώσῃς καὶ ποιήσῃς κατὰ τρόπον γενέσθαι τὰ ἡμέτερα χώματα. καὶ τῶν ἀπὸ Δημητρίου ἀδελφὸς Νεῖλος ἕωθεν τῆς σήμερον, ἥτις ἐστὶν τριακὰς μετὰ τοῦ ἀδελφοῦ σου Ὠκεανίου εἰς τὰ βορεινὰ μέρη ἀπεδήμησεν πρὸ τῆς κομιδῆς τῶν γραμμάτων τοῦ πατρὸς Ἱέρακος. καὶ τῇ νεομηνίᾳ πάντως γραφήσεται αὐτῷ, ὅπως σοι ἀντίγραφα κομισώμεθα περὶ τοῦ μὴ ἀποσπασθῆναι τοὺς κωμήτας ἀπὸ τῆς ἐργασίας τῶν παρὰ σοὶ χωμάτων. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις κύριε μου ἀδελφέ.