Ancient Greek
CPR 8 62
Documentary Papyri, Cpr 8 62
Not analysed yet
μετὰ τὴν ὑπατείαν τοῦ δεσπότου ἡμῶν Φλαυίου Ἰουστίνου τοῦ αἰωνίου αὐγούστου ἔτους δεκάτου Μεσορὴ ε ὀγδόης ἰνδικτίονος ἐν Ἡρακλέους πόλει. Αὐρήλιος Ἰωάννης υἱὸς Παύλου …ἀφ’ Ἡρακλέους πόλεως τῷ θαυμασιωτάτῳ Ἰωάννῃ υἱῷ τοῦ μακαρίου Πτολεμαίου Ἡσυχίου ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. μεμίσθωμαι παρὰ σοῦ ἀπὸ τῶν ὑπαρχόντων σοι ἐν τῇ αὐτῇ Ἡρακλέους πόλει ἐν λαύρᾳ Φλα ἀπὸ οἰκίας ὅλης ἀνεῳγμένης εἰς Λίβα ἐν τῇ πρώτῃ στέγῃ τόπον ἕνα νεύοντα εἰς Νότον καὶ τὸ μικρὸν δῶμα ἐξ ὁλοκλήρου καὶ βα…ον ἀρτοθήκην μίαν σὺν φρέατι καὶ παντὶ δικαίῳ ἀναλόγως ἐφʼ ὃν βούλει χρόνον ἀπὸ τῆς σήμερον καὶ προγεγραμμένης ἡμέρας ἐνοικίου κατʼ ἔτος κέρματος νουμμίων χιλίων γίνονται νούμμοι Α ὅπερ ἐνοίκιον ἀποδώσω σοι ἐν τέλει ἑκάστου ἔτους. ἡ μίσθωσις κυρία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἰωάννης ὁ προκείμενος συμφωνεῖ μοι ἡ ὁμολογία ὡς πρόκιται. χμγ di emu Tiberiu …διʼ ἐμοῦ Τιβερίου …ζ ες…