Ancient Greek
CPR 8 69
Documentary Papyri, Cpr 8 69
Not analysed yet
…Αὐρήλιος Φοιβάμμων μελισσουργὸς ἀπὸ τῆς Ἡρακλέους πόλεως χαίρειν. μεμίσθωμαι παρὰ σοῦ τὴν ὑπάρχουσάν σοι ἐν τῇ αὐτῇ Ἡρακλέους πόλει ἐν λαύρᾳ τῆς ἀγίας ἐκκλησίας Κυφέας ἀπὸ οἰκίας ὅλης ἀνεῳγμένης εἰς Βορρᾶ ἐν τῇ δευτέρᾳ στέγῃ ἐξέδραν μίαν ἀνεῳγμένην εἰς Νότον μετὰ παντὸς αὐτῆς τοῦ δικαίου ἐφʼ ὃν βούλει χρόνον ἀπὸ νεομηνίας τοῦ Φαρμοῦθι μηνὸς τῆς παρούσης ζ ἰνδικτίονος ἐνοικίου κατʼ ἔτος χρυσοῦ κεράτια δύο, γίνεται χρυσοῦ κεράτια β. ἡ μίσθωσις κυρία καὶ ἐπερωτηθεὶς ὡμολόγησα καὶ ἀπέλυσα. Φοιβάμμων ὁ προγεγραμμένος στοιχεῖ μοι. ὡς πρόκειται. Ἠλίας Πέτρου ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου ὄντος …μίσθωσις Φοιβάμμωνος μελισσουργοῦ ἐξέδραν μίαν ἐνοικίου κατʼ ἔτος χρυσοῦ κεράτια β εἰς …τὸν εὐδοκιμώτατον νοτάριον