Ancient Greek
CPR 8 9
Documentary Papyri, Cpr 8 9
Not analysed yet
Κλέωνι Ἡρακλείδου …παρὰ Σ… Στοτοήτιος ἀπὸ κώμης Διονυσιάδος καταγινομένου ἐν κώμῃ Βουβάστου. βούλομαι μισθώσασθαι παρὰ σοῦ τὰς ὑπαρχούσας σοι …γιτνεω…ιλο… ἐν κώμῃ Βουβάστου ἀπὸ τοῦ ἐνεστῶτος μηνὸς Παῦνι τοῦ ἐνεστῶτος ἔτους ἐνοικίου καθʼ ἔτος ἀργυρίου δραχμῶν ἑβδομήκοντα ὀκτὼ καὶ θαλλοῦ ἄρτων μίαν ἀρτάβην ὧν τὴν ἀπόδωσιν ποιήσω ἐν μηνὶ Παῦνι καθʼ ἔτος ἐὰν φαίνηται μισθῶσαι καὶ μετὰ τὸν χρόνον παραδώσω καθαρὰς …τες ἐπικειμένας θύρας καὶ κλεισὶ πᾶσι. ἔτους δευτέρου καὶ εἰκοστοῦ Ἀντωνίου Καίσαρος τοῦ κυρίου Παῦνι ι. Κλέων Ἡρακλείδου μεμίσθωκα καθὼς πρόκιται.