Ancient Greek
CRAI 2013 430
Documentary Papyri, Crai 2013 430
Not analysed yet
Αἴλις Σαραπίων Ψεντουάνσι τῷ ἀδελφῷ πλεῖστα χαίρειν. τὸ προσκύνημά σου ποιῶ παρὰ τῇ κυρίᾳ Τεχώσει. κόμισαι ἀπὸ τοῦ ἱππέως τοῦ προδισποσίτου τοῦ ἀναβάντος σήμερον δέσμην κράμβης· ἀπέσταλκά σοι ἄλλην καὶ ᾔτηκα τὸν ἱππέα τὸ κέρμα. εἀν εὕρω ἀναβαίνοντα, πέμψω σοι πάλι. ἀσπάζομαι …ριν καὶ Ἑρμῖνον καὶ Πετόσιριν. ἐὰν εὕρῃς εὐκαιρίαν, κάτελθε ἐγγύς ἡμῶν. ἐρρῶσθαί σε εὔχομαι.