Ancient Greek
DDbDP 2018 1
Documentary Papyri, DDbDP 2018 1
Not analysed yet
Οὔλπιος Κερεᾶλις μισθωτὴς ἱερᾶς πύλης Σοήνης διὰ Πλήνιος βοηθοῦ. διέγραψεν Πατσίβτις Πετορζμήθου μητρὸς Θινπελαίας ὑπὲρ λαογραφίας κγ ἔτους δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η, καὶ Παχνοῦβις υἱὸς μητρὸς Τανλιλαῦις ὑπὲρ λαογραφίας κγ ἔτους δραχμὰς δώδεκα, γίνονται δραχμαὶ ιβ. ἔτους κγ Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Φαμενὼθ ιζ. Παῦνι θ· διὰ Παχομψάχιος βοηθοῦ· διέγραψεν ὁ αὐτὸς Πατσείβδις λαογραφίας κγ ἔτους δραχμὰς ἐννέα ὀβολόν, γίνονται δραχμαὶ θ ὀβολός.