Ancient Greek
DDbDP 2019 1
Documentary Papyri, DDbDP 2019 1
Not analysed yet
Αὐρήλιος Ἁρποκρᾶς Σαραπίωνος τοῦ καὶ Θέωνος Θώνιος μητρὸς Θαισοῦτος ἀπ’ Ὀξυρύγχων πόλεως Λουκίῳ Καλπουρνίῳ Φίρμῳ καὶ ὡς χρηματίζει γενομένῳ κοσμητῇ τῆς λαμπροτάτης πόλεως τῶν Ἀλεξανδρέων χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρὰ σοῦ τιμὴν οἴνου γενήματος τοῦ ἐνεστῶτος δευτέρου ἔτους κεραμίων Ὀξυρυγχιτικῶν τετραχόων λεγομένων ἑξήκοντα δύο, γίνονται ἑξήκοντα δύο, ἅπερ ἐπάναγκον ἀποδώσω σοι ἀφ’ οὗ ἔχω περὶ Τῆιν ἀμπελικοῦ κτήματος …ἅμα τῇ τοῦ ἐνεστῶτος ἔτους τρύγῃ, μέτρῳ ᾧ τὸ ὅλον γένημα ἐξαντλεῖται εἰς ἃ καὶ παρέξω κοῦφα, πάντα δὲ χωρὶς ὑπερθέσεως. εἰ δὲ μή, ἐκτείσω σοι τὴν ἐπὶ τοῦ τότε καιροῦ ἐσομένην τιμὴν διπλῆν, γινομένης σοι τῆς πράξεως παρά τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων …Αὐρήλιος Ἁρποκρᾶς Σαραπίωνος τοῦ καὶ Θέωνος Θώνιος μητρὸς Θαισοῦτος ἀπ’ Ὀξυρύγχων πόλεως Λουκίῳ Καλπουρνίῳ Φίρμῳ καὶ ὡς χρηματίζει γενομένῳ κοσμητῇ τῆς λαμπροτάτης πόλεως τῶν Ἀλεξανδρέων χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρὰ σοῦ τιμὴν οἴνου γενήματος τοῦ ἐνεστῶτος δευτέρου ἔτους κεραμίων Ὀξυρυγχιτικῶν τετραχόων λεγομένων ἑξήκοντα δύο, γίνονται ἑξήκοντα δύο, ἅπερ ἐπάναγκον ἀποδώσω σοι ἀφ’ οὗ ἔχω περὶ Τῆιν ἀμπελικοῦ κτήματος …ἅμα τῇ τοῦ ἐνεστῶτος ἔτους τρύγῃ, μέτρῳ ᾧ τὸ ὅλον γένημα ἐξαντλεῖται εἰς ἃ καὶ παρέξω κοῦφα, πάντα δὲ χωρὶς ὑπερθέσεως. εἰ δὲ μή, ἐκτείσω σοι τὴν ἐπὶ τοῦ τότε καιροῦ ἐσομένην τιμὴν διπλῆν …