Ancient Greek
JJP 42 (2012), p. 106-115 no. 2
Documentary Papyri, Jjp 42 109
Not analysed yet
…ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος ἀγαθῇ τύχῃ τάδε διέθετο νοῶν καὶ φρονῶν Ἡρακλῆς Σαραπᾶτος τοῦ Γαίου ἀπ’ Ὀξυρύγχων πόλεως ἐν ἀγυιᾷ. εἴη μέν μοι ὑγιαίνοντι τῶν …σθαι καθ’ ὃν ἐὰν αἱρῶμαι τρόπον. ἐὰν δ’ ἐπὶ τῇδε τῇ διαθήκηι τελευτήσω καταλείπω …ἐὰν ζῇ, εἰ δὲ μή, τῇ τούτου γενεᾷ, Σαραπᾶτι μὲν κατὰ τὸ δίμοιρον μέρος Πετσοράπι δὲ κατὰ τὸ τρίτον μέρος …οἰκίας καὶ αἰθρίου καὶ αὐλῆς καὶ χρηστηρίων …ἐπ’ ἀμφόδου …καὶ ἃ ἐὰν ἄλλα ἀπολίπω πάντα καθ’ ὁνδηποτοῦν τρόπον. ἐφ’ ᾧ οἱ αὐτοὶ υἱοὶ Σαραπᾶς καὶ Πετσορᾶπις δώσουσι μετὰ τὴν τελευτήν μου τῷ ὁμογνησίῳ αὐτῶν ἀδελφῷ Ζωίλῳ ἃς μόνας διατάσσω αὐτῷ ἀργυρίου δραχμὰς εἴκοσι. ἄλλῳ δὲ οὐδενὶ οὐδὲν τῶν ἐμῶν καταλείπω. ἡ …ἡ διαθήκη κυρία. Ἡρακλῆς Σαραπᾶτος τοῦ Γαίου πεποίημαι τὴν διαθήκην …κληρονόμοις μου Σαραπᾶτι μὲν κατὰ τὸ δίμοιρον μέρος Πετσοράπι δὲ κατὰ τὸ τρίτον μέρος …οἰκίας καὶ αἰθρίου καὶ αὐλῆς καὶ χρηστηρίων …ἐπ’ ἀμφόδου …καὶ ἃ ἐὰν ἄλλα ἀπολίπω πάντα καθ’ ὁνδηποτοῦν τρόπον, ἐφ’ ᾧ οἱ αὐτοὶ υἱοὶ Σαραπᾶς καὶ Πετσορᾶπις δώσουσι μετὰ τὴν τελευτήν μου τῷ ὁμογνησίῳ αὐτῶν ἀδελφῷ Ζωίλῳ ἃς μόνας διατάσσω αὐτῷ ἀργυρίου δραχμὰς εἴκοσι ὡς πρόκειται. εἰμὶ δὲ ὡς ἐτῶν…δ οὐλὴ ῥινί καὶ ἔστιν μου ἡ σφραγὶς Σαράπιδος. …ἀπὸ τῆς αὐτῆς πόλεως ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. …μιος ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τοῦ Ἡρακλέου διαθήκῃ καὶ εἰμὶ ὡς ἐτῶν …καὶ ἔστι μου ἡ σφραγὶς …. Ἑρμογένης Σαραπίωνος τοῦ Ἑρμογένους ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τοῦ Ἡρακλέου διαθήκῃ καὶ εἰμὶ ὡς ἐτῶν …οὐλὴ ποδὶ καὶ ἔστιν μου ἡ σφραγὶς Ἀθηνᾶς. Ἀπίων …τοῦ …μαρτυρῶ τῇ τοῦ Ἡρακλέου διαθήκῃ καὶ εἰμὶ ὡς ἐτῶν …καὶ ἔστι μου ἡ σφραγὶς Διοσκόρου ἐφίππου. Διονύσιος Διδύμου τοῦ …ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τοῦ Ἡρακλέου διαθήκῃ καὶ εἰμὶ ὡς ἐτῶν …ἔστιν μου ἡ σφραγὶς ……μαρτυρῶ τῇ τοῦ Ἡρακλέου διαθήκῃ ……νυσίου τοῦ Ἁρθοώνιος ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τοῦ Ἡρακλέου διαθήκῃ καὶ εἰμὶ ὡς ἐτῶν …-κοντα δύο οὐλὴ γόνατι ἀριστερῷ καὶ ἔστιν μου ἡ σφραγὶς ……μνημονείου Ὀξυρύγχων πόλεως. ἔτους Αὐτοκράτορος Καίσαρος ……η. διαθήκη Ἡρακλήου Σαραπᾶτος τοῦ Γαίου μητρὸς Τετσοράπιος ἀπ’ Ὀξυρύγχων πόλεως