Ancient Greek
O.Bodl. 1 126
Documentary Papyri, O.Bodl. 1 126
Not analysed yet
Καρνεάδης Χεσθώτηι Ὀννώφριος χαίρειν. ἔχω παρὰ σοῦ πρὸς τὸ τέλος τῆς νιτρικῆς τοῦ πλύνου τὰ ἕως Τῦβι τοῦ ι ἔτους χαλκοῦ τάλαντα τέσσαρα δραχμὰς χιλίας διακοσίας γίνονται τάλαντα δ Ασ καὶ ὑπὲρ τοῦ Μεχεὶρ τάλαντον ἓν γίνεται τάλαντον ἓν ὥστʼ εἶναι τάλαντα ε Ασ. ἔτους ι Τῦβι κθ.