Ancient Greek
O.Bodl. 1 169
Documentary Papyri, O.Bodl. 1 169
Not analysed yet
ἔτους ἑνὸς καὶ τριακοστοῦ Παχὼν κη μεμετρήκασιν εἰς τὸν ἐν Διὸς πόλει τῆι μεγάληι θησαυρὸν εἰς τὴν ἐπιγραφὴν τοῦ λα ἔτους ὑπὲρ τοῦ τόπου Δίφιλος Ἀλεξάνδρου καὶ οἱ ἀδελφοὶ πυροῦ τέσσαράκοντα πέντε γίνονται πυροῦ με. Πτολεμαῖος σιτολόγος. Ἐπεὶφ κ ὁ αὐτὸς πυροῦ εἴκοσι πέντε γίνονται πυροῦ κε. Πτολεμαῖος σιτολόγος. Ἡρακλείδης πυροῦ ἑβδομήκοντα γίνονται πυροῦ ο. ἔτους λα Ἐπεὶφ κ. …ν…κλης πυροῦ ἀρτάβας ἑβδομήκοντα γίνονται πυροῦ ο. ἔτους λα Ἐπεὶφ κ.