Ancient Greek
O.Bodl. 2 1103
Documentary Papyri, O.Bodl. 2 1103
Not analysed yet
Ἁρυώθης καὶ Ψάις πράκτορες ἐννομίου διὰ Πετεαρποχράτου γραμματέως Πικῶτι Πετεαρμάιος χαίρειν. ἔχομεν παρὰ σοῦ εἰς λόγον ἐννομίου ιθ ἔτους ἀργυρίου δραχμὰς τεσσαράκοντα τέσσαρας γίνονται δραχμαὶ μδ ὧν καὶ ἀναδώσομεν ἀποχὴν ἐπὶ τὴν δημοσίαν τράπεζαν καὶ κομίσομέν σοι χειρόγραφον ἔτους ιθ Τιβερίου Καίσαρος Σεβαστοῦ Μεσορὴ η.