Ancient Greek
O.Bodl. 2 1132
Documentary Papyri, O.Bodl. 2 1132
Not analysed yet
Σωτὴρ πράκτωρ ἀργυρικῶν Φθουμίνει καὶ Ἰσιδώρῳ ἀρχιφύλαξιν. ἔσχον ὑπὲρ ὑποκειμένων γεωργοῖς Νήσων εἰς ἀρίθμησιν μηνὸς Ἐπεὶφ τοῦ ιη ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου ἀργυρίου ῥυπαροῦ δραχμαὶ ιδ. ἔτους ιη Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου Μεσορὴ ϛ. Ἀσκλᾶς σεσημείωμαι.