Ancient Greek
O.Bodl. 2 1171
Documentary Papyri, O.Bodl. 2 1171
Not analysed yet
μεμετρήκασιν εἰς τὸν ἱερατικῶν θησαυρὸν Φαήριος Ἰμούθου καὶ μέτοχοι ὑπὲρ Νήσου Πιασακων γενήματος ιϛ ἔτους πυροῦ φορικῷ ἀρτάβας διακοσίας εἴκοσι ἑπτὰ τρίτον κριθῆς ἀρτάβας ἑβδομήκοντα πέντε κρότωνος πεντήκοντα σπερμάτων κριθῆς ἀρτάβας δέκα ἥμισυ τέταρτον κρότωνος ἀρτάβας δέκα ὑποκειμένων ἐπιστρατηγίᾳ σωροῦ κριθῆς ἀρτάβας τρεῖς ἥμισυ τέταρτον γίνονται πυροῦ ἀρτάβαι σκζ γ κριθῆς ἀρτάβαι οε κρότωνος ἀρτάβαι ν σπερμάτων κριθῆς ἀρτάβαι ι 𐅵δ κρότωνος ἀρτάβαι ι ὑποκειμένων ἐπιστρατηγίᾳ σωροῦ κριθῆς γ 𐅵δ. ἔτους ιϛ Τιβερίου Καίσαρος Σεβαστοῦ Παῦνι κθ. ἔγραψα Ἐπώνυχος σιτολόγος.