Ancient Greek
O.Bodl. 2 1245
Documentary Papyri, O.Bodl. 2 1245
Not analysed yet
μεμέτρηται εἰς θησαυρὸν μητροπόλεως γενήματος θ ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου Ἐπεὶφ ζ ὀνόματος Σενχώνσιος Καμήτιος καὶ Ἐσουήριος ἀδελφῆς ὑπὲρ Χάρακος ὄρους πυροῦ τρεῖς τέταρτον γίνονται πυροῦ ἀρτάβαι γ δ. Ἀντίφιλος σεσημείωμαι.