Ancient Greek
O.Bodl. 2 1444
Documentary Papyri, O.Bodl. 2 1444
Not analysed yet
μέτρημα θησαυροῦ μητροπόλεως γενήματος κβ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Μεσορὴ γ ὑπὲρ Νότου ὀνόματος Ζμενιμούθου Πετεμενώφιος καὶ Τα…ο ἀδελφῆς πυροῦ ἀρτάβης τρίτον ὄγδοον γίνεται πυροῦ ἀρτάβης γ η καὶ ὀνόματος Ζμενιμούθου μόνου διὰ γεωργοῦ Πετεχώνσιος Νεφερῶτος πυροῦ δύο τρίτον ὄγδοον γίνονται πυροῦ ἀρτάβαι β γ η γίνονται πυροῦ ἀρτάβαι β 𐅵γ ιβ. Σαβῖνος σεσημείωμαι.