Ancient Greek
O.Bodl. 2 1502
Documentary Papyri, O.Bodl. 2 1502
Not analysed yet
μέτρημα θησαυροῦ κωμῶν γενήματος κ ἔτους Αὐρηλίου Κομμόδου Καίσαρος τοῦ κυρίου Ἐπεὶφ κα ὑπὲρ Χάρακος ὀνόματος Βησαρίωνος Ψεναμούνιος πυροῦ ἀρτάβαι δύο 𐅵κδ γίνονται πυροῦ ἀρτάβαι β 𐅵κδ. Ἀμώνιος σεσημείωμαι. ἄλλο θησαυροῦ μητροπόλεως Ἐπεὶφ ιδ ὑπὲρ Χάρακος ὀνόματος τοῦ αὐτοῦ Βησαρίωνος πυροῦ ἀρτάβης τρίτον ὄγδοον γίνεται πυροῦ ἀρτάβης γ η. Ἀμώνιος σεσημείωμαι.