Ancient Greek
O.Bodl. 2 1514
Documentary Papyri, O.Bodl. 2 1514
Not analysed yet
μέτρημα θησαυροῦ μητροπόλεως γενήματος κδ ἔτους Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Παχὼν κη ὑπὲρ Ἀγορῶν ὀνόματος Κρούριος Φάφιος διὰ Σενπαχνούμιος Ἀσούχιος καὶ ἀδελφῶν πυροῦ ἀρτάβης τρίτον κδ γίνεται πυροῦ ἀρτάβης γ κδ Ἀμώνιος σεσημείωμαι. ἄλλο Παῦνι θ ὁμοίως πυροῦ ἀρτάβης ὄγδοον γίνεται πυροῦ ἀρτάβης η. Ἀμώνιος σεσημείωμαι.