Ancient Greek
O.Bodl. 2 1978
Documentary Papyri, O.Bodl. 2 1978
Not analysed yet
Παμώνθης Ψενχώνσιος Ψεμενῶφι Πικῶτος χαίρειν. ὁμολογῶ ἔχειν παρὰ σοῦ πυροῦ ἀρτάβας ὀκτὼ σὺν ἡμιολίᾳ ἃς καὶ ἀποδώσω ἐπὶ τῆι …τοῦ ιβ ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ μέτρωι …ηριος ἑκάστης ἀρτάβης μάτια ἕνδεκα καθαρὰ …ἐὰν δε μὴ ἀποδῶ ἐν τῶι ὡρισμένῳ χρόνῳ ἐκτίσω τὸ διπλοῦν μετὰ τὸν προγεγραμμένον μῆνα. ἡ δὲ χεὶρ ἥδε κυρία ἔστω πανταχοῦ ἐπιφερομένη καὶ παντὶ τῷ ἐπιφέροντι.