Ancient Greek
O.Bodl. 2 1999
Documentary Papyri, O.Bodl. 2 1999
Not analysed yet
Πλῆνι ἐλαιουργῷ. πᾶν ποίησον ἧκε πρὸς ἐμὲ ἐπεὶ ὁ υἱός μου ἔλεγεν ὅτι χρείαν ἔχεις ἀχύρου ἵνα σοι ἐν Μεμνονείοις περιποιήσω ἀγώγια δύο καὶ μὴ ξένῳ ἀνδρὶ δώσω. ἐὰν μὴ δόξῃ σοι ἐλθεῖν ἐπὶ τὴν παράλημψιν δήλωσόν μοι ὅπως ἑτέρῳ δῶ. παρὰ Σενπλήνιος νεωτέρας.