Ancient Greek
O.Bodl. 2 547
Documentary Papyri, O.Bodl. 2 547
Not analysed yet
Πετεχῶνσις πράκτωρ ἀργυρικῶν Χάρακος Πεκῦσι Παμώνθου Ψεναμούνιος. ἔσχον ὑπὲρ λαογραφίας καὶ βαλανευτικοῦ ιδ ἔτους ῥυπαρὰς δραχμὰς τέσσαρας γίνονται δραχμαὶ δ καὶ ὑπὲρ σκοπέλων καὶ ἄλλων ιδ ἔτους δραχμὰς δύο τριώβολον γίνονται δραχμαὶ β τριώβολον. ἔτους ιδ Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Παχὼν ε. σεσημείωμαι. ἄλλαι Παῦνι η ὀνόματος τοῦ αὐτοῦ ὑπὲρ λαογραφίας καὶ βαλανευτικοῦ ῥυπαρὰς δραχμὰς τέσσαρας γίνονται δραχμαὶ δ. σεσημείωμαι.