Ancient Greek
O.Bodl. 2 834
Documentary Papyri, O.Bodl. 2 834
Not analysed yet
Ἰμούθης καὶ μέτοχοι πράκτορες ἀργυρικῶν μητροπόλεως Ἐπωνύχῳ τῷ καὶ Ἀπάθῃ Ἡρακλείους. ἔσχομεν ὑπὲρ σκοπέλων καὶ ἄλλων Χάρακος ιη ἔτους ῥυπαρὰς δραχμὰς τέσσαρας ὀβολοὺς δύο ἡμιωβέλιον γίνονται ῥυπαραὶ δραχμαὶ δ ὀβολοὶ β 𐅵. ἔτους ιη Τραιανοῦ Ἀρίστου Καίσαρος τοῦ κυρίου Φαμενὼθ δ. Α σεσημείωμαι.