Ancient Greek
O.Bodl. 2 851
Documentary Papyri, O.Bodl. 2 851
Not analysed yet
Ἀσκλᾶς καὶ Σωτὴρ πράκτορες ἀργυρικῶν Χάρακος Ἐπωνύχωι τῷ καὶ Ἀπάθηι Ἡρακλήους. ἔσχομεν ὑπὲρ σκοπέλων καὶ ἄλλων κ ἔτους Χάρακος δραχμὰς τρεῖς ὀβολοὺς ε χαλκοῦς β γίνονται δραχμαὶ γ ὀβολοὶ ε χαλκοῖ β. ἔτους κ Ἁδριανοῦ τοῦ κυρίου Τῦβι ια. Ἀσκλᾶς σεσημείωμαι δραχμὰς γ ὀβολοὺς ε χαλκοῦς β. Σωτὴρ σεσημείωμαι δραχμὰς γ πεντώβολον χαλκοῦς β.