Ancient Greek
O.Cair. Cat. 9583
Documentary Papyri, O.Cair. Cat. 58
Not analysed yet
Ἑριεῦς Παμώνθου πράκτωρ ἀργυρικῶν Μεμνονείων Ψενμώνθῃ Φθομώνθου Ψενμώνθου. ὑπὲρ ἐνκυκλίου Μεμνονείων ιζ ἔτους ὀβολὸς ἡμιωβέλιον. ἔτους ιζ Τραιανοῦ Καίσαρος τοῦ κυρίου Τῦβι κη. ιη ἔτους Ἁθὺρ κζ ἐνκυκλίου ἡμιωβέλιον δίχαλκον, ὁμοίως ὑπὲρ γεωμετρίας Μεμνονείων ιζ ἔτους δραχμαὶ β, αἱ καθαραὶ δραχμὴ α πεντώβολον ἡμιωβέλιον.