Ancient Greek
O.Cair. Cat. 9686
Documentary Papyri, O.Cair. Cat. 88
Not analysed yet
Ἀμμώνιος ὁ καὶ Διοσκ καὶ μέτοχοι ἐπιτηρηταὶ τέλους ἀγορανομίας τοῦ ζ ἔτους Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν Παναμεῖ Πικῶτος. ἔσχομεν παρὰ σοῦ ὑπὲρ τέλους μεταβόλων ἁλιέων ἐπὶ λόγου …δραχμὰς τέσσαρας . ἔτους ζ Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν Ἁθὺρ ε. Διοσκ σεσημείωμαι. …ἄλλας Φαρμοῦθι γ ὀνόματος τοῦ αὐτοῦ ὑπὲρ μεταβόλων ἁλιέων δραχμὰς τέσσαρας, γίνονται δραχμαὶ δ. Τιτιανὸς σεσημείωμαι. Πεχ σεσημείωμαι. Δέκμος σεσημείωμαι. ἄλλας Παῦνι ε ὀνόματος τοῦ αὐτοῦ ὑπὲρ μεταβόλων ἁλιέων δραχμὰς τέσσαρας, γίνονται δραχμαὶ δ. Ἁρποκ σεσημείωμαι. Δέκμος σεσημείωμαι. ἄλλας Μεσορὴ ε ὑπὲρ Ἐπεὶφ δραχμὰς τέσσαρας, δραχμαὶ δ. Τιτιανὸς σεσημείωμαι. Ἁρπο σεσημείωμαι. ἄλλας Μεσορὴ ἐπαγομένων ε ὑπὲρ μηνὸς Μεσορὴ δραχμὰς δ. Τιτιανὸς σεσημείωμαι. . Δέκμος σεσημείωμαι. Τιτιανὸς καὶ μέτοχοι ἐπιτηρηταὶ τέλους ἀγορανομίας τοῦ η ἔτους Παναμεῖ Πικῶτος. ἔσχομεν ὑπὲρ τέλους μεταβόλων ἁλιέων δραχμὰς δ. ἔτους η Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν Ἁθὺρ ζ. ἄλλας Φαμενὼθ κθ δραχμὰς τέσσαρας, γίνονται ἀργυρίου δραχμαὶ δ. Φιλώτας σεσημείωμαι. Ὧρος Λελοῦτος σεσημείωμαι. ἄλλας Παῦνι ϛ δραχμὰς τέσσαρας, γίνονται δραχμαὶ δ. Εἰρη σεσημείωμαι. Ὡριγένης σεσημείωμαι. ἄλλας ὀνόματος τοῦ αὐτοῦ Μεσορὴ β δραχμὰς δ, γίνονται δραχμαὶ δ. Εἰρη σεσημείωμαι. Μάρκος Πόλλιος Λουκανὸς ὁ καὶ Ὡριγένης καὶ μέτοχοι ἐπιτηρηταὶ τέλους ἀγορανομίας τοῦ θ ἔτους Παναμεῖ Πικῶτος Νεφερῶτος. ἔσχομεν παρὰ σοῦ ὑπὲρ τέλους μεταβόλων ἁλιέων δραχμὰς δ ὑπὲρ μηνῶν Θὼθ καὶ Φαῶφι. ἔτους θ Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν Ἁθὺρ λ. ἄλλας Τῦβι λ δραχμὰς τέσσαρας, γίνονται δραχμαὶ δ. Ἐπώνυχος σεσημείωμαι. Ὡριγένης σεσημείωμαι. ἄλλας Φαμενὼθ λ ὑπὲρ μηνῶν Μεχεὶρ καὶ Φαμενὼθ δραχμὰς τέσσαρας, γίνονται δραχμαὶ δ. …ο σεσημείωμαι. ……σεσημείωμαι.