Ancient Greek
O.Claud. 1 126
Documentary Papyri, O.Claud. 1 126
Not analysed yet
Γράτα Σουκκέσσωι τῶι ἀδελφῶι πλεῖστα χαίρειν. μετέδωκα Ἀρτειμᾷ ὑπὲρ τῶν ρμ̅ ἀσκῶν καὶ ἀπεκρίθη μηδὲ εἰληφέναι αὐτοὺς μηδʼ ἑωρακέναι. ἔπεμψα Γέταν πρὸς τὸν σησκούπλικα καὶ αὐτὸς εἶπε μὴ εἰληφέναι. ἐφώνησε δὲ Ἀλέξανδρον τόν ποτε κουράτορα καὶ εἶπε ἐκεῖνος εἰληφέναι καὶ πάλι Καστορᾶτι αὐτοὺς παραδεδωκέναι. ἰδὼν Ἀρτειμᾶς ἃ ἔπεμψας ἐγόγγυσε λέγων οὐαί μοι τῷ ἐλειδίῳ χορηγεῖν οὐκ ἔχω. ἀσπάζου Σαβεῖνον τὸν ἀδελφόν μου καὶ πάντας. ἐρρῶσθαι ὑμᾶς εὔχομαι.