Ancient Greek
O.Claud. 1 129
Documentary Papyri, O.Claud. 1 129
Not analysed yet
Λεοντᾶς Σουκκέσσῳ χαίρειν. γεινώσκειν σε θέλω ὅτι οἱ ἀσκοί μου πάντες ἄχρηστοι γεγόνασι καὶ τὸ ὕδωρ σπανίζεται. καλῶς οὖν ποιήσεις ἐὰν θέλῃς πέμψαι μοι ἀσκοὺς καινοὺς καὶ γράψον μοι. ἐὰν δὲ μὴ θέλῃς, διάλεξόν μοι ἐκ τῶν παλαιῶν ἕως Ἐπαφρόδειτος ἀναβῇ. καὶ σχοινίον μοι πέμψον σεβένινον καὶ διπλοίδα καὶ τὴν κλείμακα …ἐὰν θέλῃς ἢ καταβη… ἀπόστειλόν μοι καὶ …σφῆνες δ παρασφήνια… ἔρρωσο.