Ancient Greek
O.Claud. 1 134
Documentary Papyri, O.Claud. 1 134
Not analysed yet
Δομίτις κουράτωρ Σουκκέσσωι χαίρειν. ἔδωκές μοι ἔλαιν ἐξ οὗ ἐχθές μετὰ τῆς ἐργαζομένης δεκανίας κατέβην καὶ ὃ ἔπεμψά σοι ἀνγῖον, ἵνα καταμάθῃς ὃ ἐδαπάνησα ὅλην τὴν ἡμέραν. αὐτὸς δὲ καταβὰς σήμερον ἵνα μίαν ὑδροφορίαν ἀπολύσῃ, δὶς ἤδη τοιαῦτα ἐδαπάνησεν. εἰ δὲ ἐμοὶ οὐ πιστεύεις, ὅτι τοῦτο μόνον δαπανᾷ, πέμψον τινὰ τῶν σῶν καθίσαι μίαν ἡμέραν ἵνα πειράσῃς. ἔρρωσο.