Ancient Greek
O.Claud. 1 141
Documentary Papyri, O.Claud. 1 141
Not analysed yet
Σιλβανὸς Σιλβανῶι τῶι ἀδελφῶι χαίρειν. γείνωσκε, ἄδελφε, παραγεγονέναι ἡμᾶς εἰς Ξηρὸν Πέλαγος καὶ εὗρον Κρίσπον τὸν ἑκατοντάρχην καὶ ἐνῆν ἔτι Κελᾶς λέγων ὅτι κατασπῶμεν τὸν Λουτῆρα. λοιπὸν οὖν, ἄδελφε, καταγραφὴν γράψεις τῶν ἐργατῶν ἕως ἔλθω. ἐρρῶσθαι. Χοιὰκ κθ.