Ancient Greek
O.Claud. 1 143
Documentary Papyri, O.Claud. 1 143
Not analysed yet
Φίρμος Ἐξόχῳ τῶι ἀδελφῷ πλεῖστα χαίρειν. ἤκουσα ὅτι εἰς Πορφυρίτην ὑπάγεις. δὸς τὸν σῖτον μου Μεσκηνίῳ καὶ τὸν χαλκὸν παρὰ τῆς γυναικὸς Τασαλεος δὸς αὐτῷ πάλι. ἰδοὺ παράστησον αὐτῷ …ιν…κα σι μου δὸς αὐτῷ ὡς ἔστι. ἀσπάζου μοι Ἀμαρανθὸν πολλὰ καὶ Μεσκήνιον καὶ Βαραθον καὶ τοὺς συγκελλαρίους αὐτοῦ κατʼ ὄνομα καὶ Ἀμαρουραν καὶ Λοῦππον καὶ τὸν συμπολίτην ἡμῶν καὶ πάντας τοὺς φιλοῦντας ἡμᾶς. ἀσπάζεταί σοι Ἀλέξανδρος καὶ Μεσκηνίῳ.