Ancient Greek
O.Claud. 1 147
Documentary Papyri, O.Claud. 1 147
Not analysed yet
Ἀπολλῶς Μικκαλοῦτι τῇ ἀδελφῇ χαίρειν. ἀναγκαῖον ἡγησάμην εἰς Ῥαειμα γενάμενος ἀσπάζεσθαι σε. ὥς σοι ἐντέταλμαι, ἔπεχε. πρὸς μηδένα συζήτει καὶ ἐγὼ δὲ μεριμνῶ σου. ὥς σοι ἀπεταξάμην, μηδὲν λυποῦ. ἀσπάζου Ἀπλονοῦν, ἀσπάζεταί σε Φῆστος. ἔρρωσο.